160 βουλευτικὸς, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα 272 ἀλλ᾿ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ᾿ ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος,
εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ, καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ b λόγου, διὰ τὸ συμβουλεύσασθαι περὶ αὐτῶν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.