καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνο- ουμένης τῆς αἰτίας δι’ ἣν γίνεται. ὁποῖα περίαπτά c τινα ποιεῖν προείληπται, οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα· ἔτι δὲ ἐπαοιδαὶ, καὶ τοιαῦταί τινες μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία· διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.