φησι διαφέρειν τῶν καθ’ εἱμαρμένην.
ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν εὑρεῖν, θησαυρῷ περιπέσῃ · καὶ τὸ ἀργύριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν b τῷ χρεώστῃ τὸ ὀφειλόμενον λάβῃ · καὶ ὁ ἵπ-
πος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τρο- φῆς μὲν ἐλπίδι, ἢ ἄλλου τινὸς χάριν, ἀποφύγῃ τοὺς κατέχοντας αὐτὸν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.