θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. παῦσαι δὲ καὶ σὺ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δεῖ, ἔσται, κἂν σὺ σιωπᾷς. ἡμεῖς δὲ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν
ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκοθετήσεως; τί δ᾿ ἡμῖν καὶ ταῖς ὑμετέραις d ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.