ἡλικίας, ἀρρένων τε καὶ θηλειῶν γένη, φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετῶν ὁμοῦ καὶ ἐλευθερίων, λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς οὐδ’ ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ’ ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης , εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων
προτιμῆσαι λόγον, καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀσπάσασθαι, τά τε c περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι, καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι’ ἔργων προτιμῆσαι;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.