ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια , ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως d τὸ πᾶν διακυβερνῶσα, πολλά τε καὶ τῶν κατὰ φύσιν
ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα , συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ’ ἡμῖν, καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.