ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων, ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς πεποιῆσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν
ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα , ὧν ἐν c μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.