τῇ ψυχῇ δεδεμένου , τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ’ ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν
φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ b φύσει συγγενῆ ’ ταύτῃ τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκὸς , διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν
οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι’ οὓς οἶδε λόγους αὐτὸς, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.