ἀψύχων λέγειν κινεῖσθαι ἡμὰς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους , εἰς τὸ ἐπάναγκες ἐθελῆσαι τάδε πρᾶξαι, καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθανόμεθα ἑαυτῶν ἡμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων,
καὶ ἀμελούντων, πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα, καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων, καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ b τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως ;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.