Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν
ὠ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης ,
239
ἔτλητ’ ἐλθέμεναι καἲ ἐμὴν ἐρεεινέμεν ὀμφὴν,
ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ.
κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν.
εὖτ’ ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες
τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες —
κρυμὸς δ’ αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται —
μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθὴρ,
αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός ’
τὸν μὲν δὴ θῆρές τε κατ’ οὔρεα δειμαίνοντες
φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν, οὐδὲ μένουσιν
εἰσιδέειν ὄσσοισι καταιβάσιον Δῖός ἔγχος.
τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ
c
ἠλιβάτων τ’ ὀρέων κορυφαὶ νῆές τ’ ἐνὶ πόντῳ
δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος ·
καὶ δ’ αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη
πολλάκις ἠχήεσσ’ ἀναχάζεται Ἀμφιτρίτη.
ὑμεῖς οὑν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες,
τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ ’
d
ταῖσι γὰρ Οὐρανίδαο Δῖός κατένευσε κάρηνον,
ὅττι κε δι)νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις.
αἶσα γὰρ ἢν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν
πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.