239
τοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς ; εἰ 240 δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι
τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή ; εἴποι ἄν τις.
ὡμολόγουν αἰτίαν.
μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων.
τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ c τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς, καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῄς Μοιράων ἀμετάτροπα δήνεα τρέπειν καὶ μεταλλάττειν ῥᾴδιον· ὡς μήτ’ ἀνάγκῃ μήτε εἱμαρμένῃ
τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ’ ὁ d μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος, ὁ δ’ ἔμπαλιν
ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.