ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπι- τευκτικόν. καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων , φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ
πάντας ἐπαγγελλομένων‘στήτωσαν δὴ καὶ σωσάτω- σάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.’ διὰ γὰρ τούτων διδασκόμεθα d μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.