b
σώζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι. καὶ περὶ μὲν τῶν μυστικῶν , ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμονῶν ἀληθείας, εὔστομά μοι κείσθω καθ’ Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ c σχυθρωπὰς, , ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί
τε καὶ κοπετοὶ, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς, μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ , θεῶν μὲν οὐδενὶ, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ’ ἂν τελεῖσθαι παραμύθια· καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας
οὔτε οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ, παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ d σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαδτόρων,
ἐνίων δὲ μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ’ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς
τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι , καὶ πολέ- μους καὶ στάσεις ταράττουσιν, ἄχρις οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσι.’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.