ἀρχάς τε καὶ ἐξουσίας οἱ θεῖοι λόγοι προσαγορεύουσι, τοτὲ μὲν εἰς ἀγαθοὺς δαίμονας ὑποκρινομένων, τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων, καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων, ἔστι δ᾿ ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας 109
τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι, τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ᾿ οὐ θεοὺς ὑπάρχειν ὁμολογούντων, καὶ τῶν δαιμόνων τοὺς μὲν d ἀγαθοὺς ἐπιφημιζόντων, τοὺς δὲ φαύλους ἐπικαλούντων,
πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας· ὥστε τὴν πᾶσαν αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.