χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι’ ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων
τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα, μαθήματά τε παντοῖα c διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόκαὶ που τοῦ κατὰ τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρηστήριά τε καὶ μαντεύματα;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.