ΠΡΟΟΙΜΙΟΝ.
πλείοσι καὶ δαψιλεστέροις ἐλέγχοις τῆς τούτων ἀποδείξεως τὴν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐγγελικῆς διδασκαλίας προξενηθεῖσαν ἅπασιν ἀνθρώποις ἐλευθερίαν τῶν πάλαι κακῶν ἐκφαινούσης.
’ναι αὐτῶν τὰ χρηστήρια, οὐκ ἄλλοτέ ποτε ἐξ αἰῶνος d ἢ μετὰ τοὺς χρόνους τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας τὴν ἑνὸς τοῦ παμβασιλέως καὶ δημιουργοῦ τῶν ὅλων θεοῦ γνῶσιν φωτὸς δίκην πᾶσιν ἀνθρώποις ἀνατειλάσης.
οὐδέπω παραστήσομεν ὡς ἄρα μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ θάνατοι τῶν δαιμόνων ἱστορήθησαν καὶ τὰ θαυμαστὰ καὶ πάλαι βοώμενα χρηστήρια διαλέλοιπεν.
παῦλαν κακῶν οὐδ’ ἄλλοτέ πω πρότερον ἢ μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν εἰλήφασιν αἶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὠμῶς καὶ ἀνηλεῶς ἐπιτελούμεναι τὸ πρὶν ἀνθρωποθυσίαι· οἶς ἐπὶ τοῦ παρόντος προσθεῖναι καλὸν ὅτι μὴ μόνον ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς
ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν ἐθνῶν πολυαρχίας.
συνεχῶς ὁρμῶντες δῃώσεις τε χωρῶν καὶ πόλεων πολιορκίας ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν πλησιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν 107 οἰκείων δαιμόνων ἐπὶ τὸν κατ’ ἀλλήλων πόλεμον ἐξοιστρούμενοι.
συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνέσχητο βίος καὶ αὐτῷ σοι παραλείπω σκοπεῖν.
χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι’ ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων
τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα, μαθήματά τε παντοῖα c διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόκαὶ που τοῦ κατὰ τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρηστήριά τε καὶ μαντεύματα;
πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ φιλτάτου φόνῳ καὶ ταῖς δι’ ἀνθρωποθυσιῶν σφαγαῖς τὰ φονικὰ καὶ φίλαιμα καὶ μισάνθρωπά τε καὶ ἀπάνθρωπα d δαιμόνια ἐξιλεοῦσθαι , οἷα πράττειν τοῖς πάλαι
σοφοῖς τε καὶ βασιλεῦσι δαιμονῶσιν ὡς ἀληθῶς φίλον ἦν.
τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον
δόγμα;
τὰ νῶτα τῷ θνητῷ, καὶ πᾶσαν ἐξῆς ὑποχείριον τὴν ἀνθρωπότητα τῷ μηκέτ’ ὄντι, ὡς ἂν εἴποιεν αὐτοὶ, παραδεδωκότες;
καὶ εἶς ὢν, καὶ, ὡς ἄν τις ὑπολάβοι , μόνος, τὸ πλὴθος τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει, καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν θεοὺς μηκέτ’ εἶναι, μηδ’ ἐνεργεῖν, μηδέ πη παραφαίνεσθαι, μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν,
ὅτι μὴ θεοὶ, δαίμονες δ’ ἦσαν πονηροί· μόνου δὲ c αὐτοῦ καὶ τοῦ καταπέμψαντος αὐτὸν θεοῦ τῶν ὅλων αὔξειν ὁσημέραι τὰς τιμὰμὰς, καὶ εἰς μεῖζον ἀρετῆς καθ’ ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι,
γῆς κηδεμόνες , τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν πλάνην, εἰ ἄρα τις ἦν, αὐτοὺς δὲ τὰς ἐξ αὐτῶν θεραπείας τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέχειν.
τοῦ σωτῆρος ἡμῶν κραταιοτάτην πολεμησάντων διδασκαλίαν· ἄπρακτον δ’ ὅμως εὕροντο τῆς ἐγχειρήσεως d τὸ τέλος, ὑπερνικώσης τοὺς πάντας ἀεὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, καὶ πάσας τὰς κατὰ 108 τῆς διδασκαλίας αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεις
καθαιρούσης, αὐτούς τε ἐλαυνούσης , δαίμουας μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομισμένους εἶναι θεοὺς ἢ καὶ ἀγαθοὺς δαίμονας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.