μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος, οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγατοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα d οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα, ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα, τὸν δὲ νοῦν ἀκραιφνῆ τῶν ῥηθέντων διετήρησα,
εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.