μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος, οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγατοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα d οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα, ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα, τὸν δὲ νοῦν ἀκραιφνῆ τῶν ῥηθέντων διετήρησα,
εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην.
πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ 144 πρὸς τὴν ὅλην κάθαρσιν τοῦ βίου. ἢν δ’ ἔχει ὠφέλειαν ἡ συναγωγὴ μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀληθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς ἐκ θεῶν ἐπιφα- νείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ
τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν."
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.