ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεο- ποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαιμονίοις ἀνακειμένην. εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ταῖς ἄλλαις νήσοις, ἔν τε Ἠλίου πόλει τῇ κατ’ Αἴγυπτον, ἔν τε Χίω καὶ Τενέδῳ
καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ, Φοινίκῃ τε καὶ c Λιβύῃ 5 καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀρα- βίᾳ , καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τούτων τοῖς Κορυφαιοτάτοις Ἀθηναίοις, κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται
τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα , καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσι δεδου- λῶσθαι , οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων γενέσθαι
τῷ βίῳ κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι d διδασκαλίαν; ὅτι δὴ μέχρι τῶν Ἀδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ’ ἐξ ἐκείνου παρέστησεν ὁ τῆς ἱστορίας λόγος. οὗτος δὲ μάλιστα ἦν ὁ χρόνος, καθ’ ὃν ἡ σωτήριος εἰς πάντας ἀνθρώπους
ἤκμαζε διδασκαλία.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.