φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἄν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρ’ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαί- μοσι χρῆναι θύειν παρακελευόμενος ; λέγει δ’ οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεὺς, ἐν οἷς ἔφησε μὴ δεῖν
ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσι θυτέον, τοῦτον b ’τον τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.