πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρω- ποθυσίαις , τοῦτον ὁ ἀληθὴς θεὸς , εἴ τις ἦν ἄρα τὴν πρᾶξιν ἐπισχὼν, οὐ θεὸν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα τοῖς πάσι προεκήρυξεν , εἴτε ἐν Σαλαμῖνι τῇ πρότερον Κορωνείᾳ ὀνομαζομένῃ , ἐν ᾑ ἐν μηνὶ κατὰ
Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος , καὶ τοῦτον ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἂν ἀλιτήριον εἶναι δαίμονα, παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.