οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων , καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἶ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπο- λείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπο- μένειν. πρῶτον μὲν δὴ οὗτοι μεταστάντες ἐξ Ἰταλίας
εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλα- νήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπα- θον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ 160 ἀνίεσαν οἶ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχὰς, τοῖς
τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασια- σμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων · ὥστε πολλαὶ αἱ ἐπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν
γένος διεφορήθη."
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.