εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοη- μένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος καὶ ὁ Ζεὺς , Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἶ παραπλήσιοι, αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες 154 οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων
σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες, καὶ ταύτῃ τὰς ψυχὰς 92 τῶν ἀθλίων ἀνθρώπων λυμαινόμενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας ;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.