δὲ ἀγαθοὺς εἶναί φασιν αὐτοὺς, καὶ πῶς, εἴπερ ἀνό- σιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι’ αἱμάτων c θυσία , ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες ; εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ’ ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν
ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι, καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι, καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.