ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος c εἶναι νομίζειν τὰ περὶ αὐτοῦ θρυλούμενα. τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων
πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ, πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.