εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν , ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐ- δενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια, μηδὲ κινεῖν τὰ ἀκίνητα,
στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ, μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. d ταύτῃ γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.