αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ᾿ ἐν τούτοις ἅπασιν ἀόρατον, καὶ τὸν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν, καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ
πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι᾿ ὧν καὶ ἐνεργεῖ. παραφαινομένην, διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην, καὶ διὰ πάντων οὐκ οὐρανίων
μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου b στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην, πᾶσί τε ἀφα- νῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν , καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.