93 καὶ τῶν ὀνομαζομένων πλανητῶν ἐθεολόγει, δημιουργόν τε τῶν ὅλων εἰσῆγεν οὐτιναοῦν ἀσώματον, οὐδὲ λόγον δημιουργικὸν , οὐδὲ μὴν θεὸν, οὐδὲ θεοὺς, οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις , μόνον δὲ τὸν ὁρώμενον ἥλιον · διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα εἱμαρμένης
ἐξάπτοντες καὶ τῆς τῶν ἄστρων κινήσεως τε καὶ φορᾶς, ὥσπερ ἀμέλει εἰσέτι καὶ νῦν ἥδε παρ’ αὐτοῖς κεκράτηκεν ἡ δόξα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.