ἐπὶ τοῦ θεοῦ τοῦτο λέγοντα , πατὴρ ἀνδρῶν τε θεῶν τε.᾿ τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον 89 ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητρα καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.