χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους , καὶ μᾶλλον τῶν ποιητι- κῶν λήρων τὰς τόν κρειττόνων ἐκδέχεσθαι πιθανο- λογίας· θεῶν δ’ αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλ- λαν κατιόντων , καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ’
ἑαυτοὺς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρεδιλογίας τὰς περὶ ὣν μὴ ἴσασιν ὑπονοίας περιτρε- πόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; ἢ τοῦτο οὐδὲ ἐρωτᾶν ἄξιον ;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.