δ᾿ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν, καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ c ἅψαντας, οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ’ οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν οἰκοδομαῖς τὸ θεῖον τιμὰν οἰομένους , λογισμοῖς δὲ κεκαθαρμένοις 74 καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν
τῆς ἀρετῆς ὁμοιώσει.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.