ἂν ἔτι προσείποι θεὸν τῶν εὑ φρονούντων τοῦτον ᾡ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος , εἰ δὴ τοιαύτη παν- τὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις c πάντα τοῖς εἰρημένοις τὰ ἐναντία παραληπτέον, ὅτι τε μὴ οὐρανὸς ὢν τυγχάνει, μήτε αἰθὴρ μήθ’ ἥλιος
μήτε σελήνη, μήθ’ ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ’ αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος · ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα μικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς δυνάμεσι παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ
φύσις · τὰ δ’ ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, d συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ’ ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.