καὶ ἄστρων αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν κατεβάλλετο; ἀσωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν;
γένοιτο αὐτοῦ κεφαλὴ οὐρανὸς, οὐ σῶμα πῦρ καὶ ὕδωρ καὶ γαῖα, ἀλλ᾿ οὐδὲ ὄμματα αὐτοῦ ἥλιος καὶ σελήνη. πῶς δ᾿ ἂν εἶεν ὦμοι καὶ στέρνα καὶ νῶτα καὶ νηδὺς τοῦ τῶν ὅλων δημιουργοῦ θεοῦ ἀὴρ εὐρυβίης καὶ γῆ καὶ ὀρέων αἰπεινὰ κάρηνα; ἢ πῶς ὁ αἰθὴρ
νοῦς ποτ᾿ ἂν ἐπινοηθείη τοῦ τῶν ὅλων ποιητοῦ, ἢ τοῦ νοῦ τοῦ δημιουργικοῦ;
ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ κόσμῳ τὸν θεὸν, καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων δημιουργόν.
τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχὴν, ἡνωμένον c διόλου καὶ τὸ πᾶν ἠμφιεσμένον, οὐκέθ᾿ ὅσιον ἂν εἴη λέγειν.
d ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· ” ἀλλ’ οὐχ ὡς ἐν μέρει τοῦ κόσμου, οὐδ’ ὡς ἐν ψυχῇ αὐτοῦ καὶ νοί·.
ὑποπόδιον τῶν ποδῶν μου. ”
προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ τὰ τῇδε τῆς θεότητος τὰς προνοητικὰς αὐτοῦ δυνάμεις διδάσκει· διό φησιν ‟ἡ δὲ γῆ ὑποπόδιον τῶν 105 ποδῶν μου.’’
ἂν αὐτοῦ λεχθείη. ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν αἰθέρα, μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται εἰδώς.
οὐδ’ ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ. ποῖος δὲ καὶ εἴη ἂν θεὸς οὗ μέρη γῆ καὶ τὰ ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; πῶς δὲ καὶ εὔλογον c θεὸν ἀναγορεύειν τὸν ἀδελφὸν καὶ συγγενῆ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, ἀλόγου καὶ φθαρτῆς ὕλης
ἐκγόνων;
ἂν ἔτι προσείποι θεὸν τῶν εὑ φρονούντων τοῦτον ᾡ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος , εἰ δὴ τοιαύτη παν- τὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις c πάντα τοῖς εἰρημένοις τὰ ἐναντία παραληπτέον, ὅτι τε μὴ οὐρανὸς ὢν τυγχάνει, μήτε αἰθὴρ μήθ’ ἥλιος
μήτε σελήνη, μήθ’ ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ’ αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος · ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα μικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς δυνάμεσι παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ
φύσις · τὰ δ’ ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, d συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ’ ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω.
ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.” καὶ πάλιν σὺ κύριε κατ’ ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.” καὶ αὖθις ‟ ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε
τίς κατέδειξε ταῦτα πάντα.”
τοῦ Δῖός τὸ δείκηλον πεποιήκασιν , ὅτι νοῦς ἦν καθ’ ὃν ἐδημιούργει, καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα.
b καθὸ νοῦς ἦν ὁ θεὸς, πῶς ἄν τις τὴν εἰκόνα αὐτοῦ δημιουργήσειεν;
ἀνδρῶν ἔργον καὶ θνητοῦ σώματος φύσιν ἀπομεμίμηται, καὶ ζώσης σαρκὸς ἐν ἀψύχῳ καὶ νεκρᾷ ὕλῃ κωφὴν καὶ ἄναυδον εἰκόνα καταγέγραπται.
εἰκόνα καὶ ὁμοίωσιν ἀποσώζειν θεοῦ, καθ’ ὅσον ἄυλος καὶ ἀσώματος νοερά τε καὶ λογικὴ τὴν οὐσίαν συνέστηκεν, ἀρετῆς οὖσα καὶ σοφίας δεκτική.
εἰ δὲ ἄμορφος καὶ ἀειδὴς καὶ ἀσχημάτιστος, οὔτε ὁράσει θεωρητὸς οὔτε λόγῳ καὶ ἀκοῇ τὴν οὐσίαν καταληπτὸς ὁ ἀνθρώπινος νοῦς, τίς ἂν μανείη τοσοῦτον ὡς τὸ ἀνδρείκελον ξόανον θεοῦ τοῦ ἀνωτάτω d μορφὴν καὶ εἰκόνα φέρειν ἀποφήνασθαι ;
μὲν οὖν φύσις ἔξω πάσης θνητῆς ὕλης φαντάζεται, νῷ διαυγεῖ καὶ σιγῇ ψυχαῖς κεκαθαρμέναις ἐπινοουμένη· τὸ δέ γε τοῦ ὁρωμένου Δῖός ἐν τῷ δεικήλῳ σχῆμα εἴη ἂν θνητοῦ τὴν φύσιν ἀνδρὸς εἰκὼν, οὐδὲ τὸν ὅλον ἄνθρωπον, μέρος δέ τι τὸ χεῖρον αὐτοῦ
μεμιμημένον, ὅτι μηδὲν ἴχνος ζωῆς γαῖ ψυχῆς ἐπάγεται.
λοιπῶν ἐκ Δῖός μυθευομένων ἀνδρῶν, οἱ τὸν θνητὸν βίον κοινῶς ἅπασιν ἀνθρώποις καταστρέψαντες τῆς οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ’ αὐτοὺς μνημεῖα 65 καταλελοίπασι;
τὸν Δία παῖδα Κρόνου θνητὸν ἀπὸ θνητοῦ γενόμενον , ἄνδρα Φοίνικα τὸ γένος , ἀπεμηνμόνευον, b Αἰγύπτιοι δὲ ἐξοικειούμενοι τὸν ἄνδρα θνητὸν πάλιν αὐτὸν ὡμολόγουν, κατὰ τοῦτό γε Φοινιξιν ὁμοφωνοῦντες.
τοῦ Δῖός παρ’ ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι κατ’ οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ’ οὐ σεμνάς
τινας οὐδὲ φιλοσόφους , αἰσχρουργίας δὲ ἁπάσης c καὶ ἀκολασίας ἔμπλεως ἀναγράψαντες.
αὐτοῖς ὁ τῶν ὅλων δημιουργὸς νοῦς ἀναπέφανται.
μένεος Κρονίωνος” ἐμνημόνευσε, Κρόνος δὲ Οὐρανοῦ.
γέννημα, εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος, εἴη τε αὐτὸς ὁ Κρόνου πατὴρ Οὐρανὸς καὶ χρόνος μετὰ τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. εἰ δὲ τοῦτο, οὐκ ἂν γένοιτο ὁ Ζεὺς τρίτος ἐξ Οὐρανοῦ.
108 οὖν παρὰ πᾶσιν Αἰγυπτίοις καὶ Φοίνιξιν Ἕλλησι τε καὶ φιλοσόφοις τρίτος ἐξ Οὐρανοῦ γενεαλογεῖται ὁ τῶν ὅλων δημιουργὸς νοῦς; πεφώραται δὴ τοῦ φιλοσόφου τὸ πλάσμα , καὶ ἔτι μᾶλλον φωραθήσεται ἐξ ὣν ἐπιφέρει λέγων ὧδε
b
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.