ἀκρατοποσία γὰρ, φησὶ, ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς 84 καὶ σώμασιν, ὑφ᾿ ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. πάλιν οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγίζουσιν, ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμὸν, ὡς δέον ἄθυμον καὶ
ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.