c μύθους. ὁ δ’ οὖν θαυμάσιος αὐτῶν Πλάτων’ , ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν , τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρηται, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον, εἴτε
ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται , καὶ δεῖν φησι τοῖς περὶ θεῶν μύθοις πιστεύειν, ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.