οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν , οὐκ αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ τῆς γῆς καρποὺς, καὶ τὰ λοιπὰ τῆς ξηρᾶς
καὶ ὑγρὰς τροφῆς βλαστήματα , ἃ καὶ αὐτὰ, ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια, Δήμητρα καὶ Κόρην 47 c καὶ Διόνυσον καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες τεθειάκασι, βεβιασμένον καὶ οὐκ ἀληθῆ τῶν μύθων τὸν καλλωπισμὸν εἰσηγησάμενοι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.