καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, c Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρησκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια, Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν
ἐλεεινὸν ἡ θάλασσα, καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται, καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα. Πῖσα δ’ ἐστὶν ἐν ὑμῖν τάφος, ὠ Πανέλληνες, d 5 ἡνιόχου Φρυγὸς , καὶ τοῦ Πέλοπος τὰς χοὰς τὰ
Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς. "
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.