φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάγνωσίν τε καὶ ἐπίκρισιν τοῖς ἐντευξομένοις προτεθείκαμεν , ὡς ἂν αὐτοὶ μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἶ τῶνδε εἰσέτι
νῦν ἄπειροι τίνες ὄντες πάλαι πρότερον, καὶ οἵων ἐκ d πατέρων φύντες, πηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι, δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς
μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι’ ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.