οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος αὐτῆς ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον , ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος , καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς
εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.