μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. καὶ τότε μόνον σἱ γυναῖκες αὐτὸν ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι, καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ
μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.