ἀθάνατον εἶναι , τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὢν, καὶ πόθεν ἐπεισκρινόμενος τοῖς ἀνθρώποις, καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς ἂν εἰδείη· εἰ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ
νοῦ, καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.