τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι σκεψαμένου εἴτε ἐστί τι κάτω φύσει καὶ ἄνω‚ εἴτε μὴ‚ καὶ ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ’ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον
ἀφ’ οὗ ἀναχωροῖεν‚ καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸς τούτω ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ αὐτῶν εὔλογον ἄνω τι ἢ κάτω λέγεσθαι·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.