Περιπατητικὸς, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ᾿ ἄν. λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρὸν, ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ μαλακὸν ἢ σκληρὸν , ἢ κοῦφον ἢ βαρὺ, ἢ ἀραιὸν ἢ πυκνὸν, καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερόν τι εἴη τὸ μεθέξον τούτων τινὸς
παρὰ τὰ τέτταρα· (εἰ μὲν γὰρ θερμὸν, ἢ πῦρ ἢ ἀήρ· εἰ δὲ ψυχρὸν , ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρὸν, πῦρ ἢ γῆ· εἰ δὲ ὑγρὸν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακὸν, 805 ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρὸν, ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιὸν, οἶον πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνὸν, ὕδωρ καὶ γῆ.) καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων ὡς οὐκ ἂν εἴη παρὰ ταῦτά τι σῶμα ἴτερον· οὗτος ἀνθίσταται μόνος,
φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον· σῶμα δὲ μήτε βαρὺ, μήτε κοῦφον , μήτε μαλακὸν, μήτε σκληρὸν, μήτε ὑγρὸν, ἀλλὰ μήτε ξηρὸν , μονονουχὶ λέγων σῶμα οὐ σῶμα. τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι᾿ ὧν σῶμα πέφυκε γί-
b νεσθαι, πάσας ἀφῄρηκεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.