δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ’ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν 854 οὔτ’ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ ξύλα
καὶ λίθους τοὺς τυχόντας καὶ θηρία σέβεσθαι. τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἕν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι , τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί
τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολέσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.