ἀποδεδειγμένης στάσεως τε καὶ μάχης, τῆς τε μηδὲν ἡμῖν προσηκούσης, περιττῆς δὲ ἄλλως καὶ οὐ γνωστῆς παιδείας τε καὶ μαθήσεως τῶν λοιπῶν ἁπάντων, ἐν οἷς εἰσέτι νῦν ἀποσεμνύνονται φιλοσόφων παῖδες, ἀπεληλεγμένων οὐχ ἡμετέραις, ταῖς δ’ οἰκείαις
αὐτῶν ἀποδείξεσιν· οὐ μὴν ἀλλὰ καὶ τῆς αἰτίας εἰς φανερὸν τεθείσης, δι’ ἣν τὰ τῶνδε αποστραφέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν, τὰ μὲν τῆς d Εὐαγγελικῆς Προπαρασκευῆς ἐν τούτοις ἡμῖν περιγεγράφθω·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.