δ’ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταυτὸν ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον
αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνίᾳ παραιτούμενος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.