αὐτὴν εἶναι. ἀλλ᾿ ἐπεὶ αὐταρκῶς τά τε πρὸς Ἀριστοτέλην ἕλην καὶ τὸν Περίπατον, τά τε πρὸς τὴν τῶν d Στωϊκῶν αἵρεσιν, ὡς ἐν ἐπιτομῇ παρατέθειμαι, ὤρα πάλιν ἐπανελθόντα τῶν γενναίων φιλοσόφων ὁμοῦ πάντων τὰς θαυμαστὰς ἐπισκέψασθαι φυσιολογίας,
ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατοὺς, ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, τά τε ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν, καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς πολυθέου πλάνης διηγήσεις σεμνοτέραις δὴ καὶ φυσικαῖς
ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς κόσμου μόρια μετενηνόχασι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.