θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν, μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ καὶ νοῦ γένοιτο, οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου
παρ᾿ αὐτὸ προτέρου; εἰ δ᾿ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, c ἐνεργείᾳ δὲ ἔσται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.