ὡς ὅπου ἂν ᾐ καὶ θάτερον, εἶναι ἴσον ὄγκον ἀμφοτέρων, καὶ τὸ πάν κατεχόντων, καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὅ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη d παραλλὰξ ἡ κρᾶσις· (οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι·)
διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον· ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι·) ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει κατὰ πᾶν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.