οὐ γὰρ ἄλλο μὲν ῥινὸς, ἄλλο δὲ ὀφθαλμοῦ, ἀλλὰ ταυτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι᾿ ὀμμάτων, τὸ δὲ δι᾿ ἀκοῆς, ἔν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων ; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι,
γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου, c τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι ἓν ὄντως.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.